ΠΑΣΧΑ ΚΥΡΙΟΥ ΠΑΣΧΑ

Τά Στιχηρά τού Πάσχα

 

Ήχος πλ.α΄.
Στιχ.α΄ Αναστήτω ο Θεός, και διασκορπισθήτωσαν οι εχθροί αυτού, και φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.

Πάσχα ιερόν ημίν, σήμερον αναδέδεικται, Πάσχα καινόν, Άγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστός ο λυτρωτής, Πάσχα άμωμον, Πάσχα μέγα, Πάσχα των πιστών, Πάσχα το πύλας υμίν, του Παραδείσου ανοίξαν, Πάσχα πάντας αγιάζον Πιστούς.

Στιχ β΄. Ως εκλείπει καπνός εκλιπέτωσαν, ως τήκεται κηρός από προσώπου πυρός.

Δεύτε από θέας, Γυναίκες ευαγγελίστριαι, και τη Σιών είπατε. Δέχου παρ’ ημών, χαράς Ευαγγέλια, της Αναστάσεως Χριστού, τέρπου χόρευε, και αγάλλου, Ιερουσαλήμ, τον Βασιλέα Χριστόν, θεασάμενη εκ του μνήματος, ως νυμφίον προερχόμενον.

Στιχ.γ΄ Ούτως απολούνται οι αμαρτωλοί από προσώπου του Θεού και οι δίκαιοι ευφρανθήτωσαν.

Αι Μυροφόροι γυναίκες, όρθρου βαθέος, επιστάσαι προς το μνήμα του Ζωοδότου εύρον Άγγελον, επί τον λιθον καθήμενον, και αυτός προσφθεγξάμενος, αυταίς ούτως έλεγε. Τι ζητείτε τον ζώντα μετά των νεκρών; τι θρηνείτε, τον άφθαρτον ως εν φθορά; απελθούσαι κηρύξατε, τοις αυτού Μαθηταίς.

Στιχ.δ΄Αύτη η ημέρα, ην εποίησεν ο Κύριος, αγαλλιασώμεθα και ευφρανθώμεν εν αυτή.

Πάσχα το τερπνόν, Πάσχα Κυρίου Πάσχα, Πάσχα πανσεβάσμιον ημίν ανέτειλε, Πάσχα εν χαρά αλλήλους περιπτυξώμεθα, ω Πάσχα λύτρον λύπης και γαρ εκ τάφου σήμερον, ώσπερ εκ παστού, εκλάμψας Χριστός, τα γύναια χαράς έπλησε λέγων, Κηρύξατε Αποστόλοις.

Ἀναστάσεως ἡμέερα! λαμπρυνθῶμεν λαοί· Πάσχα Κυρίου Πάσχα. Ἐκ γάρ θανάτου πρός ζωήν καί ἐκ γῆς πρός οὐρανόν Χριστός ὁ Θεός ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι
Καθαρθῶμεν τάς αἰσθήσεις καί ὀψόμεθα τῶ ἀπροσίτῳ φωτί τῆς Ἀναστάσεως Χριστόν ἐξαστράπτοντα καί Χαίρετε φάσκοντα τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων ἀμήν
Οὐρανοί μέν ἐπαξίως εὐφραινέσθωσαν, ΄γῆ δέ ἀγαλλιάσθω· ἑορταζέτω δέ κόσμος, ὀρατός τε ἅπας καί ἀόρατος. Χριστός γάρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Ἀναστάς ὁ Ἰησοῦς ἀπό τοῦ τάφου καθώς προεῖπεν, ἔδωκεν ἡμῖν τήν αἰώνιον ζωήν καί μέγα ἔλεος.

Μεγάλυνον ψυχή μου, τον εθελουσίως παθόντα και ταφέντα και εξαναστάντα τριήμερον εκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ. ἡ γάρ δόξα Κυρίου, ἐπί σε ἀνέτειλε. Χόρευε νῦν, και ἀγάλλου Σιών σύ δε ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστός το καινόν πάσχα, το ζωόθυτον θύμα, αμνός Θεού ο αίρων την αμαρτίαν κόσμου.

Ω θείας! Ω φίλης! Ω γλυκυτάτης σου φωνής! Μεθ’ ημών αψευδώς γαρ επηγγείλω έσεσθαι, μέχρι τερμάτων αιώνος, Χριστέ, ην οι πιστοί άγκυραν ελπίδος, κατέχοντες, αγαλλόμεθα.

Μεγάλυνον, ψυχή μου, τής τρισυποστάτου καί αδιαιρέτου θεότητος τό κράτος.

Ω Πάσχα το μέγα και ιερώτατον Χριστέ ω Σοφία και Λόγε του Θεού και δύναμις δίδου ημίν εκτυπώτερον, σου μετασχείν, εν τη ανεσπέρω ημέρα της βασιλείας σου.

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ, ΧΡΟΝΙΑ ΠΟΛΛΑ ΣΕ ΟΛΟΥΣ

by xamenostoneiro

Τα σχόλια είναι απενεργοποιημένα.
Αρέσει σε %d bloggers: